....

ΙΩΗΛ Ὁ ἘΔΕΣΣΗΣ, ΠΕΛΛΗΣ ΚΑὶ ἈΛΜΩΠΙΑΣ : ΕYXH YΠEΡ ΤΩΝ ΝΕΩΝ, ΟΠΩΣ ΑΓΩΝΙΖΩΝΤΑΙ ΤΟΝ ΚΑΛΟΝ ΑΓΩΝΑ

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ διὰ πολλῶν ῥημάτων προτρέψας τοὺς ἀνθρώπους «ἀγωνίζεσθαι εἰσελθεῖν διὰ τῆς στενῆς πύλης» (Λουκ. 13,24), ὁ ἐν τῇ φρικωδεστάτῃ ὥρᾳ τῆς προσευχῆς Σου ἐν τῷ ὄρει τῶν Ἐλαιῶν συστήσας τοῖς μαθηταῖς Σου, «προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν», (Λουκ. 22,40), ὁ ἐνθαῤῥύνας τοὺς πάντας ζητεῖν τὰ πρόσφορα ταῖς ψυχαῖς αὐτῶν καὶ διαβεβαιῶν αὐτοῖς ὅτι, «πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται» (Ματθ. 7,8), ὁ τὸν Ἀπόστολόν Σου Παῦλον θεοπρεπῶς παρακινήσας ὁμολογῆσαι «ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι» (Α΄ Κορ. 9,27), ὁ τὸν ἐπιπεσόντα Ἀπόστολον καὶ Εὐαγγελιστὴν Ἰωάννην ἐπὶ τῷ στήθει σου ὠθήσας γράψαι τοῖς νέοις «γράφω ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν» (Α΄ Ἰω. 2,13), αὐτός, Κύριε, ὁ τῶν νέων φίλος, ὁδηγός καὶ σύντροφος τῆς ζωῆς αὐτῶν γενόμενος, προστάτευσον αὐτοὺς ἐν τῷ καθ' ἡμέραν ἀγῶνι αὐτῶν, ἄνοιξον τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ εἰδέναι τὰς παγίδας τοῦ ἐχθροῦ, τὴν πικρίαν τῆς ἁμαρτίας καὶ τοῦ διαβόλου τὰς μηχανάς.

Σόφισον αὐτῶν τὴν διάνοιαν τοῦ ἀγαπᾶν τὸν λόγον Σου καὶ τηρεῖν τὸ θέλημά Σου.

Τήρησον καὶ αὔξησον τὸ θάρσος τῆς ψυχῆς αὐτῶν πρὸς ἀγῶνας θεοφιλεῖς. Ἀνάστησον αὐτοὺς ἐκ τῶν καταστάσεων τῆς μελαγχολίας καὶ ἀκηδίας. Διέγειρον αὐτοὺς τοῦ ἀγαπᾶν τὴν σεμνότητα, τὴν ἁγνότητα, τὴν ταπείνωσιν, τὴν προσευχήν, τὴν σὴν λατρείαν καὶ εὐσέβειαν.

Ὅτι σὺ εἶ τῶν νέων πάντων ὁ χορηγὸς τῶν ἀρετῶν καὶ τῶν ἄνωθεν δωρημάτων καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κατηγορία: 

Σχόλια - Facebook Comments